( 11 )
φίλων, μήτε ἐξηττώμενον διὰ ταῦτα, μήτε ἀναισθήτως παρα-
πέμποντα.
θ'. Παρὰ Σέξτου, τὸ εὐμενές· καὶ τὸ παράδειγμα τοῦ οἴκου
τοῦ πατρονομουμένου· καὶ τὴν ἔννοιαν τοῦ κατὰ φύσιν ζῆν·
καὶ τὸ σεμνὸν ἀπλάστως· καὶ τὸ στοχαστικὸν τῶν φίλων κη-
δεμονικῶς· καὶ τὸ ἀνεκτικὴν τῶν ἰδιωτῶν, καὶ τὸ ἀθεώρητον
τῶν οἰομένων· καὶ τὸ πρὸς πάντας εὐάρμοστον, ὥστε κολακείας
μὲν πάσης προσηνεστέραν εἶναι τὴν ὁμιλίαν αὐτοῦ, αἰδεσιμώ-
τατον δὲ αὐτοῖς ἐκείνοις παρ' αὐτὸν ἐκεῖνον τὸν καιρὸν εἶναι·
καὶ τὸ καταληπτικῶς καὶ ὁδῷ ἐξευρετικόν τε καὶ τακτικὸν τῶν
εἰς βίον ἀναγκαίων δογμάτων· καὶ τὸ μηδὲ ἔμφασίν ποτε ὀργῆς,
ἢ ἄλλου τινὸς πάθους παρασχεῖν, ἀλλ᾽ ἅμα μὲν ἀπαθέστατον
εἶναι, ἅμα δὲ φιλοστοργότατον· καὶ τὸ εὔφημον, καὶ τοῦτο
ἀψοφητί· καὶ τὸ πολυμαθὲς ἀνεπιφάντως.
ί. Παρὰ Αλεξάνδρου τοῦ γραμματικοῦ, τὸ ἀνεπίπληκτον· καὶ
τὸ μὴ ὀνειδιστικῶς ἐπιλαμβάνεσθαι τῶν βάρβαρον, ἢ σόλοικόν
τι, ἢ ἀπηχὲς προενεγκαμένων, ἀλλ' ἐπιδεξίως αὐτὸ μόνον
ἐκεῖνο, ὃ ἔδει εἰρῆσθαι, προφέρεσθαι, ἐν τρόπῳ ἀποκρίσεως, ἢ
συνεπιμαρτυρήσεως, ἢ συνδιαλήψεως περὶ αὐτοῦ τοῦ πράγματ-
τος, οὐχὶ περὶ τοῦ ῥήματος, ἢ δι᾽ ἑτέρας τινὸς τοιαύτης ἐμ-
μελοῦς παρυπομνήσεως.
ιά. Παρὰ Φρόντωνος, τὸ ἐπιστῆσαι, οἷα ἡ τυραννικὴ βασ-
κανία, καὶ ποικιλία, καὶ ὑπόκρισις, καὶ ὅτι ὡς ἐπίπαν οἱ
καλούμενοι οὗτοι παρ' ἡμῖν εὐπατρίδαι ἀστοργότεροί πως εἰσί.
16'. Παρὰ Αλεξάνδρου τοῦ Πλατωνικοῦ, τὸ μὴ πολλάκις,
μηδὲ χωρὶς ἀνάγκης λέγειν πρός τινα, ἢ ἐν ἐπιστολὴ γράφειν,
ὅτε ἄσχολος εἰμι· μηδὲ διὰ τούτου τοῦ τρόπου συνεχῶς πα-
ραιτεῖσθαι τὰ κατὰ τὰς πρὸς τοὺς συμβιοῦντας σχέσεις καθή
κοντα, προβαλλόμενον τὰ περιεστῶτα πράγματα.